Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 4.26 Joseph. AJ 4.31 (English) >>Joseph. AJ 4.36

4.29οὐ μὴν ἐξ ἐμῆς χάριτος λαβεῖν ἀλλὰ μὴ κατὰ κρίσιν θεοῦ, κατατίθησιν αὐτὴν εἰς μέσον ἐπιδικάσιμον τοῖς βουλομένοις, οὐκ ἐκ τοῦ προκριθεὶς ἤδη τυχεῖν αὐτῆς ἀξιῶν ἐπιτραπῆναι καὶ τοῦτο νῦν αὐτῷ συγχωρηθῆναι περὶ αὐτῆς σπουδάσαι, 4.30προτιμῶν τοῦ τὸ γέρας ἔχειν τὸ μὴ στασιάζοντας ὑμᾶς ὁρᾶν καί τοι κατὰ τὴν ὑμετέραν γνώμην αὐτοῦ τυγχάνων· γὰρ ἔδωκεν θεὸς οὐχ ἡμάρτομεν τοῦτο καὶ μὴ βουλομένων ὑμῶν λαμβάνοντες. 4.31ἦν δὲ καὶ τὸ μὴ προσέσθαι παρέχοντος ἐκείνου τὴν τιμὴν ἀσεβές, καὶ πάλιν ἀξιοῦντʼ ἔχειν εἰς ἅπαντα χρόνον μὴ τὴν ἀσφάλειαν τὴν ἐπʼ αὐτῇ βεβαιοῦντος ἡμῖν τοῦ θεοῦ παντάπασιν ἀλόγιστον. κρινεῖ τοίνυν πάλιν αὐτός, τίνας βούλεται τὰς ὑπὲρ ἡμῶν αὐτῷ θυσίας ἐπιτελεῖν καὶ προεστάναι τῆς εὐσεβείας· 4.32ἄτοπον γὰρ Κορῆν ἐφιέμενον τῆς τιμῆς τὴν ἐξουσίαν τοῦ τίνι παράσχῃ ταύτην ἀφελέσθαι τὸν θεόν. τῆς οὖν στάσεως καὶ τῆς διὰ τοῦτο ταραχῆς παύσασθε, πρωῒ δὲ ὅσοι τῆς ἱερωσύνης ἀντιποιεῖσθε κομίζων ἕκαστος θυμιατήριον οἴκοθεν σὺν θυμιάμασι καὶ πῦρ πάριτε. 4.33καὶ σὺ δέ, Κορῆ, παραχώρησον τὴν κρίσιν τῷ θεῷ καὶ τὴν ἐπὶ τούτοις αὐτοῦ μένε ψηφοφορίαν, ἀλλὰ μὴ σαυτὸν ποίει τοῦ θεοῦ κρείττονα, παραγίνου δὲ κριθησόμενος οὕτως περὶ τοῦ γέρως. ἀνεμέσητον δʼ οἶμαι καὶ Ἀαρῶνα προσδέξασθαι συγκριθησόμενον, γένους μὲν ὄντα τοῦ αὐτοῦ μηδὲν δὲ μεμφθῆναι τοῖς παρὰ τὴν ἱερωσύνην πεπραγμένοις δυνάμενον.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 4.26 Joseph. AJ 4.31 (English) >>Joseph. AJ 4.36

Powered by PhiloLogic